Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.96 Dem. 19.98 (English) >>Dem. 19.101

19.97εἰρήνη μὲν οὖν διʼ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετʼ οὖν, εἴργετʼ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλʼ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δʼ ὕστερον ἐξηπάτησθʼ ὑμεῖς μηδʼ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίνʼ ἀνθρώπων ἐλύπησεν ἂν εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλʼ ἀνήκεστόν γʼ οὐδὲν ἂν ἦν γεγονός. νῦν δʼ, οἶμαι, πόλλʼ, ὧν αἴτιος οὗτος.

19.98ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθʼ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δʼ, ἄνδρες δικασταί, τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ὑμᾶς ἀξιοῦν, ὥστʼ εἰ ταῦθʼ ὑπʼ ἀβελτερίας διʼ εὐήθειαν διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τʼ ἀφίημʼ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω. 19.99καίτοι τῶν σκήψεων τούτων οὐδεμίʼ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδʼ ἀναγκάζετε· ἀλλʼ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐγχειρίζετε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.96 Dem. 19.98 (English) >>Dem. 19.101

Powered by PhiloLogic